Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.16 Dem. 22.19 (English) >>Dem. 22.21

22.17καὶ ταῦθʼ ὡς μὲν οὐ παρὰ τὸν νόμον ἐστίν, οὔτʼ ἂν οὗτος ἔχοι λέγειν οὔθʼ ὑμεῖς πεισθείητε· ἀκούω δʼ αὐτὸν τοιοῦτον ἐρεῖν τινʼ ἐν ὑμῖν λόγον, ὡς οὐχ βουλὴ γέγονʼ αἰτία τοῦ μὴ πεποιῆσθαι τὰς ναῦς, ἀλλʼ τῶν τριηροποιικῶν ταμίας ἀποδρὰς ᾤχετʼ ἔχων πένθʼ ἡμιτάλαντα, καὶ τὸ πρᾶγμʼ ἀτύχημα συμβέβηκεν. ἐγὼ δὲ πρῶτον μὲν αὐτὸ τοῦτο θαυμάζω, εἰ στεφανοῦν ἐπὶ τοῖς ἠτυχημένοις ἠξίου τὴν βουλήν· τῶν κατορθουμένων γὰρ ἔγωγʼ ἡγούμην ἔργων τὰς τοιαύτας ὡρίσθαι τιμάς· ἔπειτα δὲ κἀκεῖνʼ ἔτι βούλομαι φράσαι πρὸς ὑμᾶς. 22.18οὔ φημι δίκαιον εἶναι περὶ ἀμφοῖν λέγειν, καὶ ὡς οὐ παρὰ τὸν νόμον δωρειὰ δέδοται, καὶ ὡς οὐ διὰ τὴν βουλὴν οὐκ εἰσὶν αἱ τριήρεις. εἰ μὲν γὰρ διδόναι καὶ μὴ ποιησαμένῃ προσήκει, τί τοῦτο δεῖ λέγειν, διʼ ὅντινα δήποτʼ οὐ πεποίηνται; εἰ δʼ οὐκ ἔξεστι, τί μᾶλλον, ἂν διὰ τὸν δεῖνʼ τὸν δεῖνʼ ἐπιδείξῃ μὴ πεποιημένας, ἐκείνῃ προσῆκε λαβεῖν; 22.19χωρὶς δὲ τούτων ἔμοιγε δοκοῦσιν αἵρεσιν ὑμῖν οἱ τοιοῦτοι λόγοι διδόναι, πότερʼ οἴεσθε δεῖν προφάσεις καὶ λόγους ἀκούειν τῶν ἀδικούντων ὑμᾶς ναῦς κεκτῆσθαι. εἰ μὲν γὰρ τούτου ταῦτʼ ἀποδέξεσθε, ἔσται δῆλον ἁπάσαις ταῖς βουλαῖς ὅτι δεῖ πρόφασιν πιθανὴν ἐξευρεῖν πρὸς ὑμᾶς, οὐχὶ τριήρεις ποιήσασθαι· ἐκ δὲ τούτου τὰ μὲν χρήματʼ ἀναλωθήσεται, ναῦς δʼ οὐχ ἕξεθʼ ὑμεῖς.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.16 Dem. 22.19 (English) >>Dem. 22.21

Powered by PhiloLogic